Χαίρετε πάντες!
ἐνθάδε συγγραφαὶ τὰ συχνότατα ῥήματα ἀναφοροῦσαι παρέχονται τὰ ἑλληνικά· χρῶνται γὰρ καταλόγοις ῥήματα συλλέγουσι κατὰ συχνότητα ἐξ ἑκάτων καὶ τριάκοντα συγγραφέων, κτᾶσθαι δ'ἔστι τῇδε αὐτούς.
ἐγώ γε τοσούτου ἐπιστήμης ἐφίεμαι τοῖς γράμμασιν ὥστε ὁτιοῦν ἔχειν βιβλίον ἐκ βιβλιοθήκης συλλαβεῖν καὶ αὐτόθεν καταλαβεῖν· οἱ μὲν γὰρ τῶν νέων γλωσσῶν μαθηταὶ οἷοί τέ μοι δοκοῦσι τοιαύτην ἐπιστήμην κατανύειν, οὐ δ' οἱ τῆς Ἑλληνικῆς, αἰτία δὲ τούτου ἀξιόλογος τὸ μὴ ἐντυχεῖν ἱκανὸν τοῖς ῥήμασι. Ἄγγλος τις μὲν, παραδείγματος χάριν, ἀκούει καθ'ἡμέραν ἀγγλιστὶ σχεδὸν 15 000 ῥήματα, ἀλλὰ τοσούτοις ἐν τῷ πανεπιστημείῳ διὰ τεσσάρων ἔτων οὐκ ἀπαντᾷ ἑλληνιστὶ. τοῦτ' ἔστιν, μείονος ἢ μιᾶς ἡμέρας ἄξια ταῦτα τὰ τέσσαρα ἔτη! τῆς αἰσχύνης! χαλεπώτατον οὖν διὰ τοῦτό ἐστιν ἡμῖν πάλιν καὶ πάλιν τὰ ὠφελιμώτατα ῥήματα ἀπαντᾶν τε καὶ συχνὰ γνωρίζουσι καταμαθεῖν.
τούτου ἕνεκα, ἐνθάδε τούς τε καταλόγους καὶ συγγράμματα τοῖς κοινοτάτοις ῥήμασι χρώμενα ἐκδίδωμι.
αὐτόθι περὶ τῆς χρήσεως τῶν καταλόγων ἔστιν ἀναγνῶναι.
Comments